Add parallel Print Page Options

14 Καὶ [a]ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας [b]πρὸς αὐτούς. 15 καὶ [c]εὐθὺς πᾶς ὁ ὄχλος [d]ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν [e]αὐτούς· Τί συζητεῖτε πρὸς [f]αὑτούς; 17 καὶ [g]ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου [h]ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς [i]ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς [j]αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν [k]τὸ πνεῦμα εὐθὺς [l]συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NIV ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NIV ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὐτούς WH Treg NIV ] τοῦς γραμματεῖς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NIV ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ἐὰν WH Treg NIV ] ἂν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ὀδόντας WH Treg NIV ] + αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:19 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NIV ] εὐθέως τὸ πνεῦμα RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 συνεσπάραξεν WH NIV ] ἐσπάραξεν Treg RP